Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὕδωρ ἐξερέων, τὸ μὲν οὔ ποθι μέλλεν ἰδέσθαι.
  2. ἥδε δέ τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης·
  3. τὴν ὅγʼ ἐπιφρασθείς, ἢ καὶ θεοῦ ἐννεσίῃσιν,
  4. λὰξ ποδὶ τύψεν ἔνερθε· τὸ δʼ ἀθρόον ἔβλυσεν ὕδωρ.
  5. αὐτὰρ ὅγʼ ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσας
  6. ῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον, ὄφρα βαθεῖαν
  7. νηδύν, φορβάδι ἶσος ἐπιπροπεσών, ἐκορέσθη.’
  8. ὧς φάτο· τοὶ δʼ ἀσπαστὸν ἵνα σφίσι πέφραδεν Αἴγλη
  9. πίδακα, τῇ θέον αἶψα κεχαρμένοι, ὄφρʼ ἐπέκυρσαν.
  10. ὡς δʼ ὁπότε στεινὴν περὶ χηραμὸν εἱλίσσονται
  11. γειομόροι μύρμηκες ὁμιλαδόν, ἢ ὅτε μυῖαι
  12. ἀμφʼ ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυῖαι
  13. ἄπλητον μεμάασιν ἐπήτριμοι· ὧς τότʼ ἀολλεῖς
  14. πετραίῃ Μινύαι περὶ πίδακι δινεύεσκον.
  15. καί πού τις διεροῖς ἐπὶ χείλεσιν εἶπεν ἰανθείς·
  16. ‘ὦ πόποι, ἦ καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους
  17. Ἡρακλέης δίψῃ κεκμηότας. ἀλλά μιν εἴ πως
  18. δήοιμεν στείχοντα διʼ ἠπείροιο κιόντες.’
  19. ἦ, καὶ ἀμειβομένων, οἵ τʼ ἄρμενοι ἐς τόδε ἔργον,
  20. ἔκριθεν ἄλλυδις ἄλλος ἐπαΐξας ἐρεείνειν.