Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὧς αἱ ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείρας
  2. παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο.
  3. καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεν
  4. νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι
  5. ἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπʼ ἀέθλῳ·
  6. ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθοντας
  7. ἡρῷσσαι, Λιβύης τιμήοροι, αἵ ποτʼ Λ̓θήνην,
  8. ἦμος ὅτʼ ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα,
  9. ἀντόμεναι Τρίτωνος ἐφʼ ὕδασι χυτλώσαντο.
  10. ἔνδιον ἦμαρ ἔην, περὶ δʼ ὀξύταται θέρον αὐγαὶ
  11. ἠελίου Λιβύην· αἱ δὲ σχεδὸν Λἰσονίδαο
  12. ἔσταν, ἕλον δʼ ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον.
  13. αὐτὰρ ὅγʼ εἰς ἑτέρωσε παλιμπετὲς ὄμματʼ ἔνεικεν,
  14. δαίμονας αἰδεσθείς· αὐτὸν δέ μιν ἀμφαδὸν οἶον
  15. μειλιχίοις ἐπέεσσιν ἀτυζόμενον προσέειπον·
  16. ‘κάμμορε, τίπτʼ ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι;
  17. ἴδμεν ἐποιχομένους χρύσεον δέρος· ἴδμεν ἕκαστα
  18. ὑμετέρων καμάτων, ὅσʼ ἐπὶ χθονός, ὅσσα τʼ ἐφʼ ὑγρὴν
  19. πλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργʼ ἐκάμεσθε.
  20. οἰοπόλοι δʼ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι,