Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἄσπετον, ὅς τε βοῶν κατὰ μυρία ἔκλυσεν ἔργα,
  2. ἢ ὅταν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα
  3. αἵματι, καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται,
  4. ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτʼ ἐπάγῃσιν
  5. οὐρανόθεν, τὰ δὲ λαμπρὰ διʼ ἠέρος ἄστρα φαείνοι·
  6. ὧς τότʼ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο
  7. ἤλυον ἑρπύζοντες. ἐπήλυθε δʼ αὐτίκʼ ἐρεμνὴ
  8. ἕσπερος. οἱ δʼ ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες
  9. δακρυόειν ἀγάπαζον, ἵνʼ ἄνδιχα δῆθεν ἕκαστος
  10. θυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες.
  11. βὰν δʼ ἴμεν ἄλλυδις ἄλλος ἑκαστέρω αὖλιν ἑλέσθαι·
  12. ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν
  13. ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτʼ ἔπι πᾶσαν
  14. καὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι. νόσφι δὲ κοῦραι
  15. ἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί.
  16. ὡς δʼ ὅτʼ ἐρημαῖοι πεπτηότες ἔκτοθι πέτρης
  17. χηραμοῦ ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί·
  18. ἢ ὅτε καλὰ νάοντος ἐπʼ ὀφρύσι Πακτωλοῖο
  19. κύκνοι κινήσωσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμὼν
  20. ἑρσήεις βρέμεται ποταμοῖό τε καλὰ ῥέεθρα·