Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τῇδʼ ἐπʼ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται
  2. χερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώδεα λεύσσω
  3. τῆλε περισκοπέων ἅλα πάντοθεν· ἤλιθα δʼ ὕδωρ
  4. ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν.
  5. καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδʼ ἐκεάσθη
  6. νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω· ἀλλά μιν αὐτὴ
  7. πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν.
  8. νῦν δʼ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δʼ ἅλμη
  9. ἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα.
  10. τούνεκʼ ἐγὼ πᾶσαν μὲν ἀπʼ ἐλπίδα φημὶ κεκόφθαι
  11. ναυτιλίης νόστου τε. δαημοσύνην δέ τις ἄλλος
  12. φαίνοι ἑήν· πάρα γάρ οἱ ἐπʼ οἰήκεσσι θαάσσειν
  13. μαιομένῳ κομιδῆς. ἀλλʼ οὐ μάλα νόστιμον ἦμαρ
  14. Ζεὺς ἐθέλει καμάτοισιν ἐφʼ ἡμετέροισι τελέσσαι.’
  15. ὧς φάτο δακρυόεις· σὺν δʼ ἔννεπον ἀσχαλόωντι
  16. ὅσσοι ἔσαν νηῶν δεδαημένοι· ἐν δʼ ἄρα πᾶσιν
  17. παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς.
  18. οἷον δʼ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν
  19. ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο
  20. ἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠέ τινʼ ὄμβρον