Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. λάβρον ἐποιχόμενον—μυχάτῃ ἐνέωσε τάχιστα
  2. ἠιόνι, τρόπιος δὲ μάλʼ ὕδασι παῦρον ἔλειπτο.
  3. οἱ δʼ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δʼ ἕλεν εἰσορόωντας
  4. ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα,
  5. τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐδέ τινʼ ἀρδμόν,
  6. οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων
  7. αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ.
  8. ἄλλος δʼ αὖτʼ ἄλλον τετιημένος ἐξερέεινεν·
  9. ‘τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι
  10. ἡμέας; αἴθʼ ἔτλημεν, ἀφειδέες οὐλομένοιο
  11. δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι
  12. πετράων. ἦ τʼ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν
  13. βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι.
  14. νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν
  15. αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμη
  16. πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο.’
  17. ὧς ἄρʼ ἔφη· μετὰ δʼ αὐτὸς ἀμηχανίῃ κακότητος
  18. ἰθυντὴρ Ἀγκαῖος ἀκηχέμενος ἀγόρευσεν·
  19. ‘Ὠλόμεθʼ αἰνότατον δῆθεν μόρον, οὐδʼ ὑπάλυξις
  20. ἔστʼ ἄτης· πάρα δʼ ἄμμι τὰ κύντατα πημανθῆναι