Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἤματι δʼ ἑβδομάτῳ Δρεπάνην λίπον· ἤλυθε δʼ οὖρος
  2. ἀκραὴς ἠῶθεν ὑπὲκ Διός· οἱ δʼ ἀνέμοιο
  3. πνοιῇ ἐπειγόμ??ἰοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω
  4. αἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν,
  5. ὄφρʼ ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν.
  6. ἤδη μέν ποθι κόλπον ἐπώνυμον Ἀμβρακιήων,
  7. ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισιν
  8. λαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους
  9. ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα·
  10. καὶ τότʼ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα
  11. μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας
  12. νύκτας ὁμῶς καὶ τόσσα φέρʼ ἤματα, μέχρις ἵκοντο
  13. προπρὸ μάλʼ ἔνδοθι Σύρτιν, ὅθʼ οὐκέτι νόστος ὀπίσσω
  14. νηυσὶ πέλει, ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι.
  15. πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο
  16. τάρφεα· κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη·
  17. ἠερίη δʼ ἄμαθος παρακέκλιται· οὐδέ τι κεῖσε
  18. ἑρπετόν, οὐδὲ ποτητὸν ἀείρεται. ἔνθʼ ἄρα τούσγε
  19. —καὶ γάρ τʼ ἀναχάζεται ἠπείροιο
  20. ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς