Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἔμπεδον ὧς ἀλέγυνε διαμπερές· οὐδέ ἑ τάρβος
  2. οὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο
  3. μήνιες, ἀρρήκτοισι δʼ ἐνιζεύξας ἔχεν ὅρκοις.
  4. τῶ καὶ ὅτʼ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες,
  5. καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν,
  6. ἢ λιμένων γαίης τʼ ἀποτηλόθι νῆας ἐέργειν,
  7. δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς
  8. δέχθαι μειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳ
  9. δὴν μάλα Φαιήκεσσι μετʼ ἀνδράσι ναιετάασκον,
  10. εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες,
  11. ἀνέρες ἐννάσσαντο μετὰ χρόνον· οἱ δὲ περαίην
  12. νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων
  13. οὔρεα, Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι·
  14. ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη.
  15. Μοιράων δʼ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται
  16. καὶ Νυμφέων Νομίοιο καθʼ ἱερὸν Λ̓πόλλωνος
  17. βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δʼ ἰοῦσιν
  18. Λ̓λκίνοος Μινύαις ξεινήια, πολλὰ δʼ ὄπασσεν
  19. Λ̓ρήτη· μετὰ δʼ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι
  20. Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.