Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀμφαδίην ἀγόρευε καὶ εἴρεο· μηδέ με τερπνοῖς
  2. φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης
  3. αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν.
  4. πρός σʼ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων
  5. καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρʼ ὑπερίσχει·
  6. ἀμφότερον δʼ, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδʼ ἱκάνω,
  7. χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν
  8. ὑμείων στονόεντος ὑπέρτερος ἔσσομʼ ἀέθλου.
  9. σοὶ δʼ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς,
  10. ἣ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,
  11. οὔνομα καὶ καλὸν τεύχων κλέος· ὧς δὲ καὶ ὧλλοι
  12. ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες
  13. ἡρώων τʼ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη
  14. ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν·
  15. τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας.
  16. δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατʼ ἀέθλων
  17. παρθενικὴ Μινωὶς ἐυφρονέουσʼ Ἀριάδνη,
  18. ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο.
  19. ἀλλʼ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως,
  20. σὺν τῷ ἐφεζομένη πάτρην λίπε· τὴν δὲ καὶ αὐτοὶ