Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ἄργος γάρ μʼ ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτὴ
  2. Χαλκιόπη· τὰ δὲ σῖγα νόῳ ἔχετʼ εἰσαΐουσαι
  3. ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται.
  4. τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη,
  5. δῶρʼ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων.
  6. αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν
  7. κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι,
  8. ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ
  9. δῶρα φέρων, τῷ δʼ αὖτε κακώτερον ἄλλο πόρωμεν
  10. φάρμακον. ἀλλʼ ἀπονόσφι πέλεσθέ μοι, εὖτʼ ἂν ἵκηται.’
  11. ὧς ηὔδα· πάσῃσι δʼ ἐπίκλοπος ἥνδανε μῆτις.
  12. αὐτίκα δʼ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας
  13. Ἄργος, ὅτʼ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν
  14. ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν,
  15. ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος
  16. Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν
  17. οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν.
  18. ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν,
  19. οὔθʼ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθʼ ὅσοι ἄλλων
  20. ἀθανάτων ἥρωες ἀφʼ αἵματος ἐβλάστησαν,