Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι
  2. ἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ θῆρες
  3. κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν·
  4. ὧς αἵγʼ ἐσσεύοντο διʼ ἄστεος· ἀμφὶ δὲ λαοὶ
  5. εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης.
  6. αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπʼ ἀγυιάς,
  7. νηὸν δʼ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα,
  8. δὴ τότʼ ἐυτροχάλοιο κατʼ αὐτόθι βήσατʼ ἀπήνης
  9. ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν·
  10. ‘ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐδʼ ἐνόησα
  11. μὴ ἴμεν ἀλλοδαποῖσι μετʼ ἀνδράσιν, οἵ τʼ ἐπὶ γαῖαν
  12. ἡμετέρην στρωφῶσιν. ἀμηχανίῃ βεβόληται
  13. πᾶσα πόλις· τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶν
  14. τάων, αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται.
  15. ἀλλʼ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὔ νύ τις ἄλλος ἔπεισιν,
  16. εἰ δʼ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν
  17. μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης
  18. λεξάμεναι τότʼ ἔπειτʼ αὐτὴν ἀπονισσόμεθʼ ὥρην.
  19. καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδʼ ἵκοισθε
  20. ἤματι τῷ, εἴ μοι συναρέσσετε τήνδε μενοινήν.