Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. δρυμὸν ἀναρρήξας λασίης καθύπερθε· κολώνης
  2. αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρʼ ἀλεγεινὴν
  3. ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.
  4. οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα
  5. δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων
  6. ξείνων μελιχίῃ τε θεουδείῃ τʼ ἐκέκαστο,
  7. εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ ἄγγελον ἧκεν
  8. Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν·
  9. μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας
  10. ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν
  11. ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν,
  12. κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων
  13. αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι.
  14. νόσφι δὲ οἷ αὐτῷ φάτʼ ἐοικότα μείλια τίσειν
  15. υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς
  16. ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς
  17. καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν
  18. λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο,
  19. χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης
  20. σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι·