Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων;
  2. ἔρρετε, μηδʼ ὔμμιν πολεμήια ἔργα μέλοιτο,
  3. παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν.’
  4. ὧς ηὔδα μεμαώς· πολέες δʼ ὁμάδησαν ἑταῖροι
  5. ἦκα μάλʼ, οὐδʼ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον.
  6. χωόμενος δʼ ὅγʼ ἔπειτα καθέζετο· τοῖσι δʼ Ἰήσων
  7. αὐτίκʼ ἐποτρύνων τὸν ἑὸν νόον ὧδʼ ἀγόρευεν·
  8. ‘Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν,
  9. στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο
  10. ἀμφαδὸν ἤδη πείσματʼ ἀνάψομεν. ἦ γὰρ ἔοικεν
  11. μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν.’
  12. ὧς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι
  13. καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἱ δʼ ἐπὶ νηὸς
  14. εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο
  15. τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.
  16. αὐτίκα δʼ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων
  17. νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον,
  18. ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων.
  19. στεῦτο δʼ, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται
  20. ἄνδρα τόν, ὅς ῥʼ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον,