Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰς
  2. δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν·
  3. ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον·
  4. ‘τίπτε με δειλαίην τόδʼ ἔχει ἄχος; εἴθʼ ὅγε πάντων
  5. φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων,
  6. ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι.
  7. ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο,
  8. οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δέ μιν αἶσα
  9. δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη,
  10. οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ.’
  11. ἡ μὲν ἄρʼ ὧς ἐόλητο νόον μελεδήμασι κούρη.
  12. οἱ δʼ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν
  13. τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο,
  14. δὴ τότʼ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν·
  15. ‘Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντινʼ ἐνίψω·
  16. πείρης δʼ οὐ μάλʼ ἔοικε μεθιέμεν ἐν κακότητι.
  17. κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο
  18. φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν.
  19. τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος
  20. ἔσσετʼ ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλʼ αἰνῶς