Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οἶος, ἐπεὶ μεσσηγὺς ἔτʼ αὐτόθι νεῦσε λιπέσθαι
  2. αὐτοκασιγνήτοις· οἱ δʼ ἤισαν ἐκ μεγάροιο.
  3. θεσπέσιον δʼ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς
  4. κάλλεϊ καὶ χαρίτεσσιν· ἐπʼ αὐτῷ δʼ ὄμματα κούρη
  5. λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην,
  6. κῆρ ἄχεϊ σμύχουσα· νόος δέ οἱ ἠύτʼ ὄνειρος
  7. ἑρπύζων πεπότητο μετʼ ἴχνια νισσομένοιο.
  8. καί ῥʼ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες.
  9. Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο
  10. καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει.
  11. αὔτως δʼ αὖ Μήδεια μετέστιχε· πολλὰ δὲ θυμῷ
  12. ὥρμαινʼ, ὅσσα τʼ Ἔρωτες ἐποτρύνουσι μέλεσθαι.
  13. προπρὸ δʼ ἄρʼ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα,
  14. αὐτός θʼ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο,
  15. οἷά τʼ ἔειφʼ, ὥς θʼ ἕζετʼ ἐπὶ θρόνου, ὥς τε θύραζε
  16. ἤιεν· οὐδέ τινʼ ἄλλον ὀίσσατο πορφύρουσα
  17. ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δʼ αἰὲν ὀρώρει
  18. αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν.
  19. τάρβει δʼ ἀμφʼ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸς
  20. Αἰήτης φθίσειεν· ὀδύρετο δʼ ἠύτε πάμπαν