Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’
  2. ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας
  3. ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι.
  4. βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν
  5. θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον·
  6. ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν·
  7. ‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις.
  8. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα
  9. τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο
  10. ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης,
  11. ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’
  12. ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε
  13. σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα·
  14. ‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο·
  15. εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι,
  16. ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,
  17. αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος
  18. ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’
  19. Ἴσκεν ἀπηλεγέως· ὁ δʼ ἀπὸ θρόνου ὤρνυτʼ Ἰήσων,
  20. Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δʼ Ἄργος