Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ‘ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;
  2. εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως
  3. οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε,
  4. δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα,
  5. πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω,
  6. ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα.
  7. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος,
  8. τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα.
  9. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται
  10. ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες·
  11. τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος
  12. τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ
  13. οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν,
  14. ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας
  15. ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων
  16. κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας.
  17. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην
  18. παύομαι ἀμήτοιο. σύ δʼ, εἰ τάδε τοῖα τελέσσεις,
  19. αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος·
  20. πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς