Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’
  2. φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο
  3. νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς
  4. ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν
  5. Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν·
  6. ‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως
  7. ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας,
  8. οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι
  9. τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων
  10. καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή.
  11. δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ
  12. θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη
  13. πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν,
  14. εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον
  15. δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’
  16. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς
  17. διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν,
  18. ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,
  19. ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον
  20. φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν·