Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν,
  2. τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν
  3. λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις
  4. ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι.
  5. ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ
  6. νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς.
  7. τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον
  8. ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς
  9. ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις.
  10. αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει
  11. χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν
  12. δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας
  13. Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει.
  14. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε
  15. ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην.
  16. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν,
  17. κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο.
  18. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης,
  19. οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο.
  20. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες·