Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας
  2. νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα
  3. λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν.
  4. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον
  5. ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας
  6. εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες
  7. νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν
  8. ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα,
  9. αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν,
  10. οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες
  11. ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται.
  12. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω.
  13. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι
  14. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ
  15. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν,
  16. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν
  17. στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν
  18. καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς
  19. Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι.
  20. νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην,