Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν
  2. ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν
  3. Ἥφαιστος. καί ῥʼ ἡ μέν ἀναβλύεσκε γάλακτι,
  4. ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ·
  5. ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν
  6. θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις
  7. κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.
  8. τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο
  9. τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα.
  10. καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων
  11. ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον·
  12. πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον
  13. ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις
  14. δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι.
  15. ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ
  16. δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα·
  17. δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο.
  18. λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν.
  19. τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν,
  20. κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι·