Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα
  2. οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τʼ ἀερθεὶς
  3. ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν.
  4. νειόθι δʼ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τʼ ἀνδρῶν
  5. φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δʼ αὖτε
  6. ἄκριες, ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι.
  7. ἥρωες δʼ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς
  8. ἐν ποταμῷ καθʼ ἕλος λελοχημένοι ἠγορόωντο.
  9. αὐτὸς δʼ Αἰσονίδης μετεφώνεεν· οἱ δʼ ὑπάκουον
  10. ἠρέμας ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες·
  11. ‘ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ
  12. ἐξερέω· τοῦ δʼ ὔμμι τέλος κρηῆναι ἔοικεν.
  13. ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν
  14. πᾶσιν ὁμῶς· ὁ δὲ σῖγα νόον βουλήν τʼ ἀπερύκων
  15. ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας.
  16. ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθʼ ἕκηλοι·
  17. αὐτὰρ ἐγὼν ἐς δώματʼ ἐλεύσομαι Αἰήταο,
  18. υἷας ἑλὼν Φρίξοιο δύω δʼ ἐπὶ τοῖσιν ἑταίρους.
  19. πειρήσω δʼ ἐπέεσσι παροίτερον ἀντιβολήσας,
  20. εἴ κʼ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι,