Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι,
  2. τῆμος ἀρήροτο νειὸς ὑπʼ ἀκαμάτῳ ἀροτῆρι,
  3. τετράγυός περ ἐοῦσα· βοῶν τʼ ἀπελύετʼ ἄροτρα.
  4. καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι·
  5. αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρʼ ἔτι κεινὰς
  6. γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δʼ ἑταῖροι
  7. θάρσυνον μύθοισιν. ὁ δʼ ἐκ ποταμοῖο ῥοάων
  8. αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν·
  9. γνάμψε δὲ γούνατʼ ἐλαφρά, μέγαν δʼ ἐμπλήσατο θυμὸν
  10. ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὅς ῥά τʼ ὀδόντας
  11. θήγει θηρευτῇσιν ἐπʼ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς
  12. ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥεῖ χωομένοιο.
  13. οἱ δʼ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν
  14. γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσιν
  15. δούρασί τʼ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν
  16. Ἄρηος τέμενος φθισιμβρότου· ἵκετο δʼ αἴγλη
  17. νειόθεν Οὔλυμπόνδε διʼ ἠέρος ἀστράπτουσα.
  18. ὡς δʼ ὁπότʼ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος
  19. ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἄελλαι
  20. λυγαίῃ ὑπὸ νυκτί, τὰ δʼ ἀθρόα πάντʼ ἐφαάνθη