Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. δεινὸς δʼ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότʼ ἀίξῃ
  2. νειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες
  3. ἐκ στομάτων ὁμάδευν, τὸν δʼ ἄμφεπε δήιον αἶθος
  4. βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακʼ ἔρυτο.
  5. καί ῥʼ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας
  6. εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ
  7. ζεύγλῃ χαλκείῃ, τὸν δʼ ἐν χθονὶ κάββαλεν ὀκλάξ,
  8. ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλον
  9. σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ.
  10. εὐρὺ δʼ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα
  11. τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας
  12. γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς.
  13. θαύμασε δʼ Αἰήτης σθένος ἀνέρος. οἱ δʼ ἄρα τείως
  14. Τυνδαρίδαι—δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν—
  15. ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι.
  16. αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους· μεσσηγὺ δʼ ἀείρας
  17. χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ
  18. ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα
  19. χαζέσθην. ὁ δʼ ἄρʼ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ
  20. ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων