Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὕδωρ, ἠὲ κατʼ ἄλσος Ὑαντίου Ὀγχηστοῖο,
  2. καί τε Καλαύρειαν μετὰ δῆθʼ ἅμα νίσσεται ἵπποις,
  3. πέτρην θʼ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν·
  4. τοῖος ἄρʼ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι.
  5. τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσων
  6. φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν
  7. ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δʼ ἑταῖροι
  8. πείρησαν τευχέων βεβιημένοι, οὐδʼ ἐδύναντο
  9. κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλʼ αὔτως
  10. ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν.
  11. αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας
  12. κόψε παρʼ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δʼ ἀκωκὴ
  13. ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δʼ ὁμάδησαν
  14. γηθόσυνοι ἥρωες ἐπʼ ἐλπωρῇσιν ἀέθλου.
  15. καὶ δʼ αὐτὸς μετέπειτα παλύνετο· δῦ δέ μιν ἀλκὴ
  16. σμερδαλέη ἄφατός τε καὶ ἄτρομος· αἱ δʼ ἑκάτερθεν
  17. χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι.
  18. ὡς δʼ ὅτʼ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο
  19. σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθεν
  20. κυδιόων ὀρθοῖσιν ἐπʼ οὔασιν αὐχένʼ ἀείρει·