Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.
  2. Αἰσονίδης δʼ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο
  3. ἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη,
  4. ὦρτʼ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα,
  5. ἡρώων ἐς ὅμιλον· ὁμοῦ δʼ ἐπὶ νῆα πέλασσαν.
  6. οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τʼ ἐρέοντο.
  7. αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης,
  8. δεῖξέ τε φάρμακον αἰνόν· ὁ δʼ οἰόθεν οἶος ἑταίρων
  9. Ἴδας ἧστʼ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι
  10. γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,
  11. εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμʼ ἠοῖ
  12. πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας
  13. ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα,
  14. σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο.
  15. βὰν δʼ ἴμεν, οὐδʼ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσιν
  16. κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας
  17. Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ
  18. Κάδμος, ὅτʼ Εὐρώπην διζήμενος εἰσαφίκανεν,
  19. πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα·
  20. ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων