Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. εἰ μὴ ἄρʼ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα·
  2. ‘ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο
  3. δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ
  4. ὀθνείων· αὖτις δʼ ἀβολήσομεν ἐνθάδʼ ἰόντες.’
  5. ὧς τώγʼ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν
  6. πείρηθεν· μετὰ δʼ αὖτε διέτμαγεν. ἤτοι Ἰήσων
  7. εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι·
  8. ἡ δὲ μετʼ ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησαν
  9. πᾶσαι ὁμοῦ· τὰς δʼ οὔτι περιπλομένας ἐνόησεν.
  10. ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.
  11. αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατʼ ἀπήνης,
  12. καί ῥʼ ἑτέρῃ μὲν χειρὶ λάβʼ ἡνία, τῇ δʼ ἄρʼ ἱμάσθλην
  13. δαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἱ δὲ πόλινδε
  14. θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δʼ ἄρʼ ἰοῦσαν
  15. Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν·
  16. ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων
  17. ἔκλυεν, οὔτʼ αὐδῆσαι ἀνειρομένῃ λελίητο.
  18. ἷζε δʼ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν
  19. λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν·
  20. ὑγρὰ δʼ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα