Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ᾗ φίλον, ἤ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι.’
  2. ὧς ἄρʼ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα
  3. θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν
  4. μυρομένη, ὅ τʼ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο
  5. πόντον ἐπιπλάγξεσθαι· ἀνιηρῷ δέ μιν ἄντην
  6. ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸς
  7. δεξιτερῆς· δὴ γάρ οἱ ἀπʼ ὀφθαλμοὺς λίπεν αἰδώς·
  8. ‘μνώεο δʼ, ἢν ἄρα δή ποθʼ ὑπότροπος οἴκαδʼ ἵκηαι,
  9. οὔνομα Μηδείης· ὧς δʼ αὖτʼ ἐγὼ ἀμφὶς ἐόντος
  10. μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιν
  11. δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις·
  12. ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο,
  13. ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην,
  14. ἥντινα τήνδʼ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν
  15. Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο.’
  16. ὧς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης
  17. οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα·
  18. ‘καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτʼ ἦμαρ
  19. σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε
  20. φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τινʼ ἄλλον