Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτʼ ἀλοιφῇ
  2. γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκὴ
  3. ἔσσετʼ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης
  4. ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν.
  5. πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω
  6. καὶ ξίφος. ἔνθʼ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ
  7. γηγενέων ἀνδρῶν, οὐδʼ ἄσχετος ἀίσσουσα
  8. φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν
  9. ἔσσεαι, ἀλλʼ αὐτῆμαρ· ὅμως σύγε μή ποτʼ ἀέθλου
  10. χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομʼ ὄνειαρ.
  11. αὐτίκʼ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν
  12. χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς,
  13. οἱ δʼ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες
  14. σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων,
  15. αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,
  16. λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἱ δʼ ἂν ἐπʼ αὐτῷ,
  17. καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν
  18. ἀλλήλους· καὶ δʼ αὐτὸς ἐπείγεο δηιοτῆτος
  19. ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γʼ ἕκητι
  20. οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί· νίσσεο δʼ ἔμπης,