Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρ
  2. ἀστερόεις στέφανος, τόν τε κλείουσʼ Ἀριάδνης,
  3. πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν.
  4. ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃς
  5. τόσσον ἀριστήων ἀνδρῶν στόλον. ἦ γὰρ ἔοικας
  6. ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι.’
  7. ὧς φάτο κυδαίνων· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα
  8. νεκτάρεον μείδησʼ ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς
  9. αἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην·
  10. οὐδʼ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο,
  11. ἀλλʼ ἄμυδις μενέαινεν ἀολλέα πάντʼ ἀγορεῦσαι.
  12. προπρὸ δʼ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης
  13. φάρμακον· αὐτὰρ ὅγʼ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς.
  14. καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα
  15. ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι·
  16. τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο
  17. στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δʼ ἀμαρυγὰς
  18. ὀφθαλμῶν ἥρπαζεν· ἰαίνετο δὲ φρένας εἴσω
  19. τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση
  20. τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.