Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τοῖος ἐών, οἷος πόλεμόνδʼ ἴεν· ἀμφὶ δὲ καλὴ
  2. τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ.
  3. καί ῥʼ ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον· οἱ δʼ ἐσιδόντες
  4. θάμβησαν· τοὺς δʼ ὦρσε θεοπροπέων ἐπικέλσαι
  5. Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι.
  6. οἱ δʼ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες
  7. πείσματʼ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο,
  8. χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων.
  9. ἄνδιχα δʼ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι
  10. βωμὸν δειμάμενοι μῆρʼ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς
  11. θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ.
  12. αὐτίκα δʼ οἵγʼ ἀνέμοιο κατασπέρχοντος ἔβησαν
  13. νῆʼ ἔπι· κὰδ δʼ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο
  14. ἐς πόδας ἀμφοτέρους· ἡ δʼ ἐς πέλαγος πεφόρητο
  15. ἐντενές, ἠύτε τίς τε διʼ ἠέρος ὑψόθι κίρκος
  16. ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει
  17. ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν.
  18. καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος,
  19. πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη
  20. Λητωίς, ἄγρηθεν ὅτʼ οὐρανὸν εἰσαναβαίνῃ,