Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δʼ ἄσπετα μῆλα,
  2. ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν.
  3. καὶ δή τοι κέχυται τοῦδʼ ἀνέρος ἐν χθονὶ κείνῃ
  4. τύμβος· σῆμα δʼ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι,
  5. νηίου ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοις
  6. ἄκρης τυτθὸν ἔνερθʼ Ἀχερουσίδος. εἰ δέ με καὶ τὸ
  7. χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι,
  8. τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν
  9. Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι,
  10. ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο
  11. ἄστυ βαλεῖν· οἱ δʼ ἀντὶ θεουδέος Αἰολίδαο
  12. Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν.
  13. τίς γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἔτʼ αὖτις ἔχευαν
  14. ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο.
  15. δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν.
  16. Ἁγνιάδην Τῖφυν θανέειν φάτις· οὐδέ οἱ ἦεν
  17. μοῖρʼ ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸν
  18. αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος,
  19. εἰσότʼ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος.
  20. ἄτλητον δʼ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο.