Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδὺν
  2. κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ
  3. νύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐδέ τις ἀνδρῶν
  4. ἠείδει· οἶος δὲ κατὰ πλατὺ βόσκετο τῖφος.
  5. αὐτὰρ ὅγʼ ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖο
  6. ϝίσσετʼ Ἀβαντιάδης· ὁ δʼ ἄρʼ ἔκποθεν ἀφράστοιο
  7. ὕψι μάλʼ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν
  8. ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν.
  9. ὀξὺ δʼ ὅγε κλάγξας οὔδει πέσεν· οἱ δὲ τυπέντος
  10. ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δʼ αἶψʼ ὀλοοῖο
  11. Πηλεὺς αἰγανέῃ φύγαδʼ εἰς ἕλος ὁρμηθέντος
  12. καπρίου· ἔσσυτο δʼ αὖτις ἐναντίος· ἀλλά μιν Ἴδας
  13. οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί.
  14. καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα·
  15. τὸν δʼ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα,
  16. ἀχνύμενοι, χείρεσσι δʼ ἑῶν ἐνικάτθανʼ ἑταίρων.
  17. ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι,
  18. ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες.
  19. ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη
  20. τάρχυον μεγαλωστί· συνεκτερέιζε δὲ λαὸς