Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. θείνωσι σφύρῃσιν, ἐπʼ ἄλλῳ δʼ ἄλλος ἄηται
  2. δοῦπος ἄδην· ὧς τοῖσι παρήιά τʼ ἀμφοτέρωθεν
  3. καὶ γένυες κτύπεον· βρυχὴ δʼ ὑπετέλλετʼ ὀδόντων
  4. ἄσπετος, οὐδʼ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες,
  5. ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν.
  6. στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων
  7. ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε.
  8. ἂψ δʼ αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω
  9. φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον.
  10. ἔνθα δʼ ἔπειτʼ Ἄμυκος μὲν ἐπʼ ἀκροτάτοισιν ἀερθείς,
  11. βουτύπος οἷα, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν
  12. χεῖρʼ ἐπὶ οἷ πελέμιξεν· ὁ δʼ ἀίξαντος ὑπέστη,
  13. κρᾶτα παρακλίνας, ὤμῳ δʼ ἀνεδέξατο πῆχυν
  14. τυτθόν· ὁ δʼ ἄγχʼ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμσίβων
  15. κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δʼ εἴσω
  16. ῥῆξεν· ὁ δʼ ἀμφʼ ὀδύνῃ γνὺξ ἤριπεν· οἱ δʼ ἰάχησαν
  17. ἥρωες Μινύαι· τοῦ δʼ ἀθρόος ἔκχυτο θυμός.
  18. οὐδʼ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος·
  19. ἀλλʼ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους
  20. ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον.