Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τῶ νῦν ἥντινʼ ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι,
  2. τίσω προφρονέως. ἡ γὰρ θέμις ηπεοανοισιν
  3. ἀνδράσιν, εὖτʼ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν.
  4. ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὔμμιν ἕπεσθαι
  5. Δάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα· τοῖο δʼ ἰόντος,
  6. ἦ τʼ ἂν ἐυξείνοισι διὲξ ἁλὸς ἀντιάοιτε
  7. ἀνδράσιν, ὄφρʼ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος.
  8. νόσφι δὲ Τυνδαρίδαις Ἀχερουσίδος ὑψόθεν ἄκρης
  9. εἵσομαι ἱερὸν αἰπύ· τὸ μὲν μάλα τηλόθι πάντες
  10. ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται·
  11. καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσιν,
  12. πίονας εὐα·ρότοιο γύας πεδίοιο ταμοίμην.’
  13. ὧς τότε μὲν δαῖτʼ ἀμφὶ πανήμεροι ἑψιόωντο.
  14. ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες·
  15. καὶ δʼ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρίʼ ὀπάσσας
  16. δῶρα φέρειν· ἅμα δʼ υἷα δόμων ἔκπεμπε νέεσθαι.
  17. ἔνθα δʼ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα
  18. Ἴδμονα, μαντοσύνῃσι κεκασμένον. ἀλλά μιν οὔτι
  19. μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι·
  20. κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο