Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἰοδόκη τετάνυστο κατωμαδόν· ἡ δʼ ὑπὸ ποσσὶν
  2. σείετο νῆσος ὅλη, κλύζεν δʼ ἐπὶ κύματα χέρσῳ.
  3. τοὺς δʼ ἕλε θάμβος ἰδόντας ἀμήχανον· οὐδέ τις ἔτλη
  4. ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο.
  5. στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός· αὐτὰρ ὁ τηλοῦ
  6. βῆ ῥʼ ἴμεναι πόντονδε διʼ ἠέρος· ὀψὲ δὲ τοῖον
  7. Ὀρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων·
  8. ‘εἰ δʼ ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνος
  9. τήνδʼ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη
  10. ἠῷος μετιών· τὰ δὲ ῥέξομεν οἷα πάρεστιν,
  11. βωμὸν ἀναστήσαντες ἐπάκτιον· εἰ δʼ ἂν ὀπίσσω
  12. γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ,
  13. δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν.
  14. νῦν δʼ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι
  15. κέκλομαι. ἀλλʼ ἵληθι ἄναξ, ἵληθι φαανθείς.’
  16. ὧς ἄρʼ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο
  17. χερμάσιν· οἱ δʼ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες
  18. εἴ κέ τινʼ ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν
  19. αἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ.
  20. τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν· ἐκ δέ νυ πάντων