Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. θαρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθη
  2. κεκλομένων, καί ῥʼ αὖτις ἐπιρρήδην μετέειπεν·
  3. ‘ὦ φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω.
  4. τούνεκα νῦν οὐδʼ εἴ κε διὲξ Ἀίδαο βερέθρων
  5. στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθε
  6. ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλʼ ὅτε πέτρας
  7. Πληγάδας ἐξέπλωμεν, ὀίομαι οὐκ ἔτʼ ὀπίσσω
  8. ἔσσεσθαι τοιόνδʼ ἕτερον φόβον, εἰ ἐτεόν γε
  9. φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα.’
  10. ὧς φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων,
  11. εἰρεσίῃ δʼ ἀλίαστον ἔχον πόνον· αἶψα δὲ τοίγε
  12. Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης,
  13. ἄκρην δʼ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν,
  14. τῇ δʼ ἄρʼ ἐπὶ προχοὰς Φυλληίδας, ἔνθα πάροιθεν
  15. Διψακὸς υἷʼ Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν,
  16. ὁππόθʼ ἅμα κριῷ φεῦγεν πόλιν Ὀρχομενοῖο·
  17. τίκτε δέ μιν νύμφη λειμωνιάς· οὐδέ οἱ ὕβρις
  18. ἥνδανεν, ἀλλʼ ἐθελημὸς ἐφʼ ὕδασι πατρὸς ἑοῖο
  19. μητέρι συνναίεσκεν ἐπάκτια πώεα φέρβων.
  20. τοῦ μέν θʼ ἱερὸν αἶψα, καὶ εὐρείας ποταμοῖο