Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν
  2. ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί.
  3. τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους
  4. ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ
  5. καὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας
  6. πειράζων, εἴθʼ ὡς πρὶν ἐυτρόχαλοι φορέονται,
  7. μηδʼ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν
  8. οὐ μὰν αὖτʼ Ἄμυκος πειρήσατο· σῖγα δʼ ἄπωθεν
  9. ἑστηὼς εἰς αὐτὸν ἔχʼ ὄμματα, καί οἱ ὀρέχθει
  10. θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι.
  11. τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺς
  12. θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας
  13. ὠμούς, ἀζαλέους, περὶ δʼ οἵγʼ ἔσαν ἐσκληῶτες.
  14. αὐτὰρ ὁ τόνγʼ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα·
  15. ‘τῶνδέ τοι ὅν κʼ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω
  16. αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν.
  17. ἀλλὰ βάλευ περὶ χειρί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις,
  18. ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι
  19. ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι.’
  20. ὧς ἔφατʼ· αὐτὰρ ὅγʼ οὔτι παραβλήδην ἐρίδηνεν.