Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἔνθα δʼ ἐπʼ ἠπείροιο Κυταιίδος, ἠδʼ Ἀμαραντῶν
  2. τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο
  3. Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει.
  4. κείνου νῆʼ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο
  5. πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο,
  6. ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπʼ ἄκρης
  7. πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι,
  8. ἀμφὶς ὀπιπεύει δεδοκημένος· οὐδέ οἱ ἦμαρ,
  9. οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε.’
  10. ὧς ἄρʼ ἔφη· τοὺς δʼ εἶθαρ ἕλεν δέος εἰσαΐοντας.
  11. δὴν δʼ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δʼ ἔειπεν
  12. ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι·
  13. ‘ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατʼ ἀέθλων
  14. ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας
  15. πειθόμενοι Πόντονδε περήσομεν· εἰ δέ κεν αὖτις
  16. τάσδʼ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω
  17. ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην.
  18. πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον,
  19. νῆις ἐὼν ἑτάροις ἅμα νήισιν; αἶα δὲ Κολχὶς
  20. Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν.’