Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες
  2. κάλινα καὶ πύργους εὐπηγέας, οὓς καλέουσιν
  3. μόσσυνας· καὶ δʼ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.
  4. τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ,
  5. μήτι παντοίῃ μέγʼ ἀναιδέας ἐξελάσαντες
  6. οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν
  7. νῆσον ἐρημαίην. τῇ μέν τʼ ἐνὶ νηὸν Ἄρηος
  8. λαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαι
  9. Ὀτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο.
  10. ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν
  11. ἄρρητον· τῶ καί τε φίλα φρονέων ἀγορεύω
  12. ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι
  13. μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα;
  14. νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης
  15. φέρβονται Φίλυρες· Φιλύρων δʼ ἐφύπερθεν ἔασιν
  16. Μάκρωνες· μετὰ δʼ αὖ περιώσια φῦλα Βεχείρων.
  17. ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν·
  18. Βύζηρες δʼ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη
  19. αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλʼ ἐνὶ νηὶ
  20. πείρεθʼ, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ.