Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν,
  2. τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι·
  3. ὧδε μάλʼ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει.
  4. τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται· ἤδη
  5. αἰγιαλός· πολέος δʼ ἐπὶ πείρασιν Αἰγιαλοῖο
  6. ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο
  7. δεινὸν ἐρεύγονται· μετὰ τὸν δʼ ἀγχίροος Ἶρις
  8. μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις.
  9. κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν
  10. ἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος
  11. κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπʼ ἄκρην
  12. μύρεται, εὐρείης διαειμένος ἠπείροιο.
  13. ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες
  14. τρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν
  15. τρηχεῖαν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν,
  16. ἐργατίναι· τοὶ δʼ ἀμφὶ σιδήρεα ἔργα μέλονται.
  17. ἄγχι δὲ ϝαιετάουσι πολύρρηνες Τιβαρηνοὶ
  18. Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην.
  19. τῇ δʼ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν
  20. ἑξείης ἤπειρον, ὑπωρείας τε νέμονται,