Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι,
  2. εἰ καί με τρὶς τόσσον ὀίεσθʼ Οὐρανίδῃσιν,
  3. ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι·
  4. μὴ τλῆτʼ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι.
  5. καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητε
  6. σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου,
  7. αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες
  8. πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε
  9. Ῥήβαν ὠκυρόην ποταμὸν ἄκρην τε Μέλαιναν
  10. γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε.
  11. κεῖθεν δʼ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν
  12. γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες.
  13. ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος,
  14. ἄκρη τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει,
  15. δινήεις τʼ Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνων
  16. ἄκρην ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος.
  17. ἀγχίμολον δʼ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺς
  18. Παφλαγόνων, τοῖσίν τʼ Ἐνετήιος ἐμβασίλευσεν
  19. πρῶτα Πέλοψ, τοῦ καί περ ἀφʼ αἵματος εὐχετόωνται.
  20. ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου,