Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αἶψα δʼ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε·
  2. ‘ἴσχεο νῦν, μηδʼ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι,
  3. φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις.
  4. αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι.’
  5. ὧς φάτʼ ἀπηλεγέως· ὁ δʼ ἐσέδρακεν ὄμμαθʼ ἑλίξας,
  6. ὥστε λέων ὑπʼ ἄκοντι τετυμμένος, ὅν τʼ ἐν ὄρεσσιν
  7. ἀνέρες ἀμφιπένονται· ὁ δʼ ἰλλόμενός περ ὁμίλῳ
  8. τῶν μὲν ἔτʼ οὐκ ἀλέγει, ἐπὶ δʼ ὄσσεται οἰόθεν οἶον
  9. ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐδʼ ἐδάμασσεν.
  10. ἔνθʼ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος
  11. λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι
  12. ὤπασε Λημνιάδων· ὁ δʼ ἐρεμνὴν δίπτυχα λώπην
  13. αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν
  14. κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο.
  15. αὐτίκα δʼ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες
  16. ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους,
  17. οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι.
  18. ἀλλʼ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς
  19. γαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθεν
  20. χωομένη Διὶ τίκτεν· ὁ δʼ οὐρανίῳ ἀτάλαντος