Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Λητοΐδης· οὐδʼ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ
  2. χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν.
  3. τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν,
  4. ἐκ δʼ ἕλετʼ ὀφθαλμῶν γλυκερὸν φάος· οὐδὲ γάνυσθαι
  5. εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ
  6. θέσφατα πευθόμενοι περιναιέται οἴκαδʼ ἄγειρον.
  7. ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι
  8. ἅρπυιαι στόματος χειρῶν τʼ ἀπὸ γαμφηλῇσιν
  9. συνεχέως ἥρπαζον. ἐλείπετο δʼ ἄλλοτε φορβῆς
  10. οὐδʼ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο.
  11. καὶ δʼ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλη
  12. μὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλʼ ἀποτηλοῦ
  13. ἑστηώς· τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός.
  14. αὐτίκα δʼ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου
  15. τούσδʼ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων
  16. θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς.
  17. ὀρθωθεὶς δʼ εὐνῆθεν, ἀκήριον ἠύτʼ ὄνειρον,
  18. βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε,
  19. τοίχους ἀμφαφόων· τρέμε δʼ ἅψεα νισσομένοιο
  20. ἀδρανίῃ γήραι τε· πίνῳ δέ οἱ αὐσταλέος χρὼς