Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον
  2. ἐμμελέως· περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτὴ
  3. μελπομένοις· κλεῖον δὲ Θεραπναῖον Διὸς υἷα.
  4. ἦμος δʼ ἠέλιος δροσερὰς ἐπέλαμψε κολώνας
  5. ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας,
  6. δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης,
  7. ληίδα τʼ εἰσβήσαντες ὅσην χρεὼ ἦεν ἄγεσθαι,
  8. πνοιῇ δινήεντʼ ἀνὰ Βόσπορον ἰθύνοντο.
  9. ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα
  10. ἀμφέρεται προπάροιθεν ἐπαΐσσοντι ἐοικός,
  11. αἰὲν ὑπὲρ νεφέων ἠερμένον· οὐδέ κε φαίης
  12. φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηὸς
  13. λάβρον ἐπικρέμαται, καθάπερ νέφος. ἀλλὰ τόγʼ ἔμπης
  14. στόρνυται, εἴ κʼ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ.
  15. τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο,
  16. ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δʼ ἄλλῳ
  17. ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματʼ ἀνῆψαν.
  18. ἔνθα δʼ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς,
  19. ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματʼ ἀνέτλη
  20. εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν