Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. πεύθετο ναυτιλίης ἄνυσιν, Πελίαό τʼ ἐφετμάς·
  2. οἱ δὲ περικτιόνων πόλιας καὶ κόλπον ἅπαντα
  3. εὐρείης πεύθοντο Προποντίδος· οὐ μὲν ἐπιπρὸ
  4. ἠείδει καταλέξαι ἐελδομένοισι δαῆναι.
  5. ἠοῖ δʼ εἰσανέβαν μέγα Δίνδυμον, ὄφρα καὶ αὐτοὶ
  6. θηήσαιντο πόρους κείνης ἁλός· ἐκ δʼ ἄρα τοίγε
  7. νῆα Χυτοῦ λιμένος προτέρω ἐξήλασαν ὅρμον·
  8. ἥδε δʼ Ἰησονίη πέφαται ὁδός, ἥνπερ ἔβησαν.
  9. Γηγενέες δʼ ἑτέρωθεν ἀπʼ οὔρεος ἀίξαντες
  10. φράξαν ἀπειρεσίοιο Χυτοῦ στόμα νειόθι πέτρῃς
  11. πόντιον, οἷά τε θῆρα λοχώμενοι ἔνδον ἐόντα.
  12. ἀλλὰ γὰρ αὖθι λέλειπτο σὺν ἀνδράσιν ὁπλοτέροισιν
  13. Ἡρακλέης, ὃς δή σφι παλίντονον αἶψα τανύσσας
  14. τόξον ἐπασσυτέρους πέλασε χθονί· τοὶ δὲ καὶ αὐτοὶ
  15. πέτρας ἀμφιρρῶγας ἀερτάζοντες ἔβαλλον.
  16. δὴ γάρ που κἀκεῖνα θεὰ τρέφεν αἰνὰ πέλωρα
  17. Ἥρη, Ζηνὸς ἄκοιτις, ἀέθλιον Ἡρακλῆι.
  18. σὺν δὲ καὶ ὧλλοι δῆθεν ὑπότροποι ἀντιόωντες,
  19. πρίν περ ἀνελθέμεναι σκοπιήν, ἥπτοντο φόνοιο
  20. γηγενέων ἥρωες ἀρήιοι, ἠμὲν ὀιστοῖς