Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις
  2. δέχθαι, ἵνʼ ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ
  3. αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο.
  4. οἱ δʼ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο
  5. ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθʼ ἔτι νῦν περ
  6. Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν.
  7. τῶ ὑμεῖς στρωφᾶσθʼ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι
  8. ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦ τʼ ἂν ἔπειτα
  9. πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας· οὐδέ τί σʼ οἴω
  10. γαῖαν ὀνόσσεσθαι· περὶ γὰρ βαθυλήιος ἄλλων
  11. νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν.
  12. ἀλλʼ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες
  13. μύθους ἡμετέρους, μηδʼ ἔκτοθι μίμνε πόληος.’
  14. Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη
  15. ἀνδράσιν· αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν
  16. ‘Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν
  17. χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις.
  18. εἶμι δʼ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτʼ ἂν ἕκαστα
  19. ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω
  20. σοίγʼ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων