Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐκ νηῶν, αὐτῇσι δʼ ἀπείρονα ληίδα κούραις
  2. δεῦρʼ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις
  3. Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην.
  4. δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων,
  5. ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας·
  6. αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον,
  7. σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτʼ αὖτις
  8. ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ
  9. πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα
  10. γνήσιʼ ἐνὶ μεγάροις, σκοτίη δʼ ἀνέτελλε γενέθλη.
  11. αὔτως δʼ ἀδμῆτές τε κόραι, χῆραί τʼ ἐπὶ τῇσιν
  12. μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο.
  13. οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός,
  14. εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο
  15. μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδʼ ἀπὸ μητρὸς
  16. λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον·
  17. οὐδὲ κασιγνήτοισι κασιγνήτη μελε θυμῷ.
  18. ἀλλʼ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν
  19. ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο·
  20. εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος,