Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως.
  2. καί ῥʼ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν,
  3. δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες,
  4. γηθόσυναι ξείνῳ· ὁ δʼ ἐπὶ χθονὸς ὄμματʼ ἐρείσας
  5. νίσσετʼ ἀπηλεγέως, ὄφρʼ ἀγλαὰ δώμαθʼ ἵκανεν
  6. Ὑψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι
  7. δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν.
  8. ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι
  9. ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα
  10. ἀντία δεσποίνης· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα
  11. παρθενικὰς ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόνγε
  12. αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν·
  13. ‘ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων
  14. ἧσθʼ αὔτως; ἐπεὶ οὐ μὲν ὑπʼ ἀνδράσι ναίεται ἄστυ,
  15. ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο
  16. πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν
  17. ἐξερέω νημερτές, ἵνʼ εὖ γνοίητε καὶ αὐτοί.
  18. εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν,
  19. τηνίκα Θρηικίην, οἵ τʼ ἀντία ναιετάουσιν,
  20. δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους