Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥʼ ἔτεκέν γε
  2. δῖʼ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα.
  3. ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ
  4. εἰσαΐων κριοῦ, ὁ δʼ ἄρʼ ἐξενέποντι ἐοικώς.
  5. κείνους κʼ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν,
  6. ἐλπόμενος πυκινήν τινʼ ἀπὸ σφείων ἐσακοῦσαι
  7. βάξιν, ὃ καὶ δηρόν περ ἐπʼ ἐλπίδι θηήσαιο.
  8. τοῖʼ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης.
  9. δεξιτερῇ δʼ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥʼ Ἀταλάντη
  10. Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν,
  11. πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαι
  12. τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην,
  13. δεῖσεν δʼ ἀργαλέας ἔριδας φιλότητος ἕκητι.
  14. βῆ δʼ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος,
  15. ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν
  16. νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα,
  17. καί σφισι κυανέοιο διʼ ἠέρος ὄμματα θέλγει
  18. καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο
  19. παρθένος ἱμείρουσα μετʼ ἀλλοδαποῖσιν ἐόντος
  20. ἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες·