Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἤιε, δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη
  2. ἑξείης δʼ ἤσκητο βαθυπλόκαμος Κυθέρεια
  3. Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου
  4. πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος
  5. νέρθεν ὑπὲκ μαζοῖο· τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως
  6. χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι.
  7. ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν
  8. Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος·
  9. οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι,
  10. ληισταὶ Τάφιοι· τῶν δʼ αἵματι δεύετο λειμὼν
  11. ἑρσήεις, πολέες δʼ ὀλίγους βιόωντο νομῆας.
  12. ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες.
  13. καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων
  14. ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια·
  15. τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους,
  16. σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς
  17. ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο
  18. πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι.
  19. ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο,
  20. βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης